|
περι εμαυτου
γεγονὼς γὰρ τριάκοντα ἔτη καὶ ἐννέα συνοικῶ τῷ ἐμῷ ἀνδρὶ Ἰακώβῳ ἐν Οὐαιλβῦ, προαστείῳ τινι πρὸς βορρᾶν τῆς Ἀρουσίας. καθηγοῦμαι δὲ τὴν Ἑλληνικὴν τε καὶ Ῥωμαϊκὴν γλώττας ἐν τῷ τμήματι τῷ τῆς ἀρχαίας τε καὶ νέας φιλολογίας τοῦ τῆς Ἀρουσίας Μουσείου. τὸ ὄνομα δὲ τὸ ἴδιον μὲν προσφωνεῖται Ἀγγλιστὶ, τὸ πατρῷον δὲ Δανιστὶ (τ.ε. ['dʒɒ:dʒ 'heŋə]); τοῦτο οὐκ ἔστι προσποίησίς τις, ἀλλὰ ἄπορον ἔργον ὃ ἀνταποδίδωσι τὰ οὐκ ἔλαττον ἄπορα τὰ περὶ τῆς ἐμῆς γενεᾶς.
πρὸς δὲ τῷ ἐμῷ περὶ τῶν γλωττῶν πάθει τὸν νοῦν προσέχω καὶ τῇ θεολογίᾳ τε καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς πολιτικοῖς, εἰ ὡς ἀληθῶς ὑφ’ ἓν ζυγὸν οἱ τρεῖς ἵπποι ἄγεσθαι δύνανται. ἐμοὶ οὖν δοκεῖ (ποτὲ μὲν εὖ καθεσταμένως, ἀεὶ δὲ εὖ ἀποδεδειγμένως) περὶ τῶν πλείστων: ἑταιρίας οὖν τῇ κοινωνικῇ τε καὶ δημοκρατικῇ μετέχων οὐ νομίζω ὅτι αἱ κάλλισται ἰδέαι ἐναντίως ἔχουσι πρὸς τῇ ἀνάγκῃ, καὶ χριστιανὸς ὢν οὐ νομίζω ὅτι ἡ ἐλευθέρα θεωρία ἐναντιολογεῖ Θεῷ. ἐὰν δέ τις τὴν Ἀληθείαν ὡς κύριον ὄνομα γράφειν τολμᾷ, οὐ τελείαν ἀλλὰ μέσην στιγμὴν τούτῳ τῷ ῥήματι προσβάλλειν δεῖ.
συνοψις ζητηματων
πραγματεῖαν περὶ τῆς φωνῆς τῆς τοῦ μελοποιοῦ Ἀλκμᾶνος συγγράψας τοῖς ἔτεσιν ͵ββʹ καὶ γʹ ἐν τῇ Ποντικῇ καταστάσει τῇ τοῦ Δανικοῦ τῶν πρώτων ζητήσεων ἱδρυματος τοὺς Σκύθας τοὺς κατὰ τὸν Ἡρόδοτον διηγησάμην. ἐν τοῖς δὲ ἔτεσι ͵βδʹ ἕως ͵βςʹ τὰς Ῥωμαϊκὰς ἐπιστολὰς ἐζήτουν κατὰ τὴν ῥητορικήν τε καὶ γραμματικὴν μέθοδον τέλει τοῦ Καρλσβεργικοῦ ἱδρύματος ἐν τῇ καταστάσει τῆς ῥητορικῆς τοῦ τῆς Ἀρουσίας Μουσείου.
νῦν δὲ ζητῶ περὶ τῆς σχέσεως τῆς τῶν γλωττῶν πρὸς τὴν τοῦ ἀνθρώπου τε καὶ τοῦ ἔθνους ἰδέαν· τἆλλα μετέχω τοῖς ζητητικοῖς κοινωνήμασι τοῖς Αὑνιαίοις ἃ λέγονται αἱ τῆς Εὐρώπης Ῥιζαί.
|